Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ ανεστη μετα αβιμελεχ του σωσαι τον ισραηλ θωλα υιος φουα υιος πατραδελφου αυτου ανηρ ισσαχαρ και αυτος ωκει εν σαμιρ εν ορει εφραιμ 2 και εκρινεν τον ισραηλ εικοσι τρια ετη και απεθανεν και εταφη εν σαμιρ 3 και ανεστη μετ' αυτον ιαιρ ο γαλααδ και εκρινεν τον ισραηλ εικοσι δυο ετη 4 και ησαν αυτω τριακοντα και δυο υιοι επιβαινοντες επι τριακοντα δυο πωλους και τριακοντα δυο πολεις αυτοις και εκαλουν αυτας επαυλεις ιαιρ εως της ημερας ταυτης εν γη γαλααδ 5 και απεθανεν ιαιρ και εταφη εν ραμνων 6 και προσεθεντο οι υιοι ισραηλ ποιησαι το πονηρον ενωπιον κυριου και εδουλευσαν τοις βααλιμ και ταις ασταρωθ και τοις θεοις αραδ και τοις θεοις σιδωνος και τοις θεοις μωαβ και τοις θεοις υιων αμμων και τοις θεοις φυλιστιιμ και εγκατελιπον τον κυριον και ουκ εδουλευσαν αυτω

Loading...


7 και ωργισθη θυμω κυριος εν ισραηλ και απεδοτο αυτους εν χειρι φυλιστιιμ και εν χειρι υιων αμμων 8 και εθλιψαν και εθλασαν τους υιους ισραηλ εν τω καιρω εκεινω δεκα οκτω ετη τους παντας υιους ισραηλ τους εν τω περαν του ιορδανου εν γη του αμορρι του εν γαλααδ 9 και διεβησαν οι υιοι αμμων τον ιορδανην παραταξασθαι προς ιουδαν και βενιαμιν και προς εφραιμ και εθλιβη ισραηλ σφοδρα 10 και εβοησαν οι υιοι ισραηλ προς κυριον λεγοντες ημαρτομεν σοι οτι εγκατελιπομεν τον θεον και εδουλευσαμεν τω βααλιμ 11 και ειπεν κυριος προς τους υιους ισραηλ μη ουχι εξ αιγυπτου και απο του αμορραιου και απο υιων αμμων και απο φυλιστιιμ 12 και σιδωνιων και αμαληκ και μαδιαμ οι εθλιψαν υμας και εβοησατε προς με και εσωσα υμας εκ χειρος αυτων 13 και υμεις εγκατελιπετε με και εδουλευσατε θεοις ετεροις δια τουτο ου προσθησω του σωσαι υμας 14 πορευεσθε και βοησατε προς τους θεους ους εξελεξασθε εαυτοις και αυτοι σωσατωσαν υμας εν καιρω θλιψεως υμων 15 και ειπαν οι υιοι ισραηλ προς κυριον ημαρτομεν ποιησον συ ημιν κατα παν το αγαθον εν οφθαλμοις σου πλην εξελου ημας εν τη ημερα ταυτη 16 και εξεκλιναν τους θεους τους αλλοτριους εκ μεσου αυτων και εδουλευσαν τω κυριω μονω και ωλιγωθη η ψυχη αυτου εν κοπω ισραηλ 17 και ανεβησαν οι υιοι αμμων και παρενεβαλον εν γαλααδ και συνηχθησαν οι υιοι ισραηλ και παρενεβαλον εν τη σκοπια 18 και ειπον ο λαος οι αρχοντες γαλααδ ανηρ προς τον πλησιον αυτου τις ο ανηρ οστις αν αρξηται παραταξασθαι προς υιους αμμων και εσται εις αρχοντα πασιν τοις κατοικουσιν γαλααδ

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας