Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΙς κολπον αυτων ως γη ως αετος επ' οικον κυριου ανθ' ων παρεβησαν την διαθηκην μου και κατα του νομου μου ησεβησαν 2 εμε κεκραξονται ο θεος εγνωκαμεν σε 3 οτι ισραηλ απεστρεψατο αγαθα εχθρον κατεδιωξαν 4 εαυτοις εβασιλευσαν και ου δι' εμου ηρξαν και ουκ εγνωρισαν μοι το αργυριον αυτων και το χρυσιον αυτων εποιησαν εαυτοις ειδωλα οπως εξολεθρευθωσιν 5 αποτριψαι τον μοσχον σου σαμαρεια παρωξυνθη ο θυμος μου επ' αυτους εως τινος ου μη δυνωνται καθαρισθηναι 6 εν τω ισραηλ και αυτο τεκτων εποιησεν και ου θεος εστιν διοτι πλανων ην ο μοσχος σου σαμαρεια 7 οτι ανεμοφθορα εσπειραν και η καταστροφη αυτων εκδεξεται αυτα δραγμα ουκ εχον ισχυν του ποιησαι αλευρον εαν δε και ποιηση αλλοτριοι καταφαγονται αυτο 8 κατεποθη ισραηλ νυν εγενετο εν τοις εθνεσιν ως σκευος αχρηστον 9 οτι αυτοι ανεβησαν εις ασσυριους ανεθαλεν καθ' εαυτον εφραιμ δωρα ηγαπησαν 10 δια τουτο παραδοθησονται εν τοις εθνεσιν νυν εισδεξομαι αυτους και κοπασουσιν μικρον του χριειν βασιλεα και αρχοντας 11 οτι επληθυνεν εφραιμ θυσιαστηρια εις αμαρτιας εγενοντο αυτω θυσιαστηρια ηγαπημενα 12 καταγραψω αυτω πληθος και τα νομιμα αυτου εις αλλοτρια ελογισθησαν θυσιαστηρια τα ηγαπημενα 13 διοτι εαν θυσωσιν θυσιαν και φαγωσιν κρεα κυριος ου προσδεξεται αυτα νυν μνησθησεται τας αδικιας αυτων και εκδικησει τας αμαρτιας αυτων αυτοι εις αιγυπτον απεστρεψαν και εν ασσυριοις ακαθαρτα φαγονται 14 και επελαθετο ισραηλ του ποιησαντος αυτον και ωκοδομησαν τεμενη και ιουδας επληθυνεν πολεις τετειχισμενας και εξαποστελω πυρ εις τας πολεις αυτου και καταφαγεται τα θεμελια αυτων

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας