Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΟΤΙ συν παν τουτο εδωκα εις καρδιαν μου και καρδια μου συν παν ειδεν τουτο ως οι δικαιοι και οι σοφοι και εργασιαι αυτων εν χειρι του θεου και γε αγαπην και γε μισος ουκ εστιν ειδως ο ανθρωπος τα παντα προ προσωπου αυτων 2 ματαιοτης εν τοις πασιν συναντημα εν τω δικαιω και τω ασεβει τω αγαθω και τω κακω και τω καθαρω και τω ακαθαρτω και τω θυσιαζοντι και τω μη θυσιαζοντι ως ο αγαθος ως ο αμαρτανων ως ο ομνυων καθως ο τον ορκον φοβουμενος 3 τουτο πονηρον εν παντι πεποιημενω υπο τον ηλιον οτι συναντημα εν τοις πασιν και γε καρδια υιων του ανθρωπου επληρωθη πονηρου και περιφερεια εν καρδια αυτων εν ζωη αυτων και οπισω αυτων προς τους νεκρους 4 οτι τις ος κοινωνει προς παντας τους ζωντας εστιν ελπις οτι ο κυων ο ζων αυτος αγαθος υπερ τον λεοντα τον νεκρον 5 οτι οι ζωντες γνωσονται οτι αποθανουνται και οι νεκροι ουκ εισιν γινωσκοντες ουδεν και ουκ εστιν αυτοις ετι μισθος οτι επελησθη η μνημη αυτων 6 και γε αγαπη αυτων και γε μισος αυτων και γε ζηλος αυτων ηδη απωλετο και μερις ουκ εστιν αυτοις ετι εις αιωνα εν παντι τω πεποιημενω υπο τον ηλιον 7 δευρο φαγε εν ευφροσυνη αρτον σου και πιε εν καρδια αγαθη οινον σου οτι ηδη ευδοκησεν ο θεος τα ποιηματα σου 8 εν παντι καιρω εστωσαν ιματια σου λευκα και ελαιον επι κεφαλην σου μη υστερησατω 9 ιδε ζωην μετα γυναικος ης ηγαπησας πασας ημερας ζωης ματαιοτητος σου τας δοθεισας σοι υπο τον ηλιον πασας ημερας ματαιοτητος σου οτι αυτο μερις σου εν τη ζωη σου και εν τω μοχθω σου ω συ μοχθεις υπο τον ηλιον 10 παντα οσα αν ευρη η χειρ σου του ποιησαι ως η δυναμις σου ποιησον οτι ουκ εστιν ποιημα και λογισμος και γνωσις και σοφια εν αδη οπου συ πορευη εκει 11 επεστρεψα και ειδον υπο τον ηλιον οτι ου τοις κουφοις ο δρομος και ου τοις δυνατοις ο πολεμος και γε ου τοις σοφοις αρτος και γε ου τοις συνετοις πλουτος και γε ου τοις γινωσκουσιν χαρις οτι καιρος και απαντημα συναντησεται τοις πασιν αυτοις 12 οτι και γε ουκ εγνω ο ανθρωπος τον καιρον αυτου ως οι ιχθυες οι θηρευομενοι εν αμφιβληστρω κακω και ως ορνεα τα θηρευομενα εν παγιδι ως αυτα παγιδευονται οι υιοι του ανθρωπου εις καιρον πονηρον οταν επιπεση επ' αυτους αφνω 13 και γε τουτο ειδον σοφιαν υπο τον ηλιον και μεγαλη εστιν προς με 14 πολις μικρα και ανδρες εν αυτη ολιγοι και ελθη επ' αυτην βασιλευς μεγας και κυκλωση αυτην και οικοδομηση επ' αυτην χαρακας μεγαλους 15 και ευρη εν αυτη ανδρα πενητα σοφον και διασωσει αυτος την πολιν εν τη σοφια αυτου και ανθρωπος ουκ εμνησθη συν του ανδρος του πενητος εκεινου 16 και ειπα εγω αγαθη σοφια υπερ δυναμιν και σοφια του πενητος εξουδενωμενη και λογοι αυτου ουκ εισιν ακουομενοι 17 λογοι σοφων εν αναπαυσει ακουονται υπερ κραυγην εξουσιαζοντων εν αφροσυναις 18 αγαθη σοφια υπερ σκευη πολεμου και αμαρτανων εις απολεσει αγαθωσυνην πολλην

Loading...


Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας