Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΤΙς οιδεν σοφους και τις οιδεν λυσιν ρηματος σοφια ανθρωπου φωτιει προσωπον αυτου και αναιδης προσωπω αυτου μισηθησεται

Loading...


2 στομα βασιλεως φυλαξον και περι λογου ορκου θεου μη σπουδασης 3 απο προσωπου αυτου πορευση μη στης εν λογω πονηρω οτι παν ο εαν θεληση ποιησει 4 καθως λαλει βασιλευς εξουσιαζων και τις ερει αυτω τι ποιησεις 5 ο φυλασσων εντολην ου γνωσεται ρημα πονηρον και καιρον κρισεως γινωσκει καρδια σοφου 6 οτι παντι πραγματι εστιν καιρος και κρισις οτι γνωσις του ανθρωπου πολλη επ' αυτον 7 οτι ουκ εστιν γινωσκων τι το εσομενον οτι καθως εσται τις αναγγελει αυτω 8 ουκ εστιν ανθρωπος εξουσιαζων εν πνευματι του κωλυσαι συν το πνευμα και ουκ εστιν εξουσια εν ημερα του θανατου και ουκ εστιν αποστολη εν τω πολεμω και ου διασωσει ασεβεια τον παρ' αυτης 9 και συν παν τουτο ειδον και εδωκα την καρδιαν μου εις παν ποιημα ο πεποιηται υπο τον ηλιον τα οσα εξουσιασατο ο ανθρωπος εν ανθρωπω του κακωσαι αυτον 10 και τοτε ειδον ασεβεις εις ταφους εισαχθεντας και εκ τοπου αγιου επορευθησαν και επηνεθησαν εν τη πολει οτι ουτως εποιησαν και γε τουτο ματαιοτης 11 οτι ουκ εστιν γινομενη αντιρρησις απο των ποιουντων το πονηρον ταχυ δια τουτο επληροφορηθη καρδια υιων του ανθρωπου εν αυτοις του ποιησαι το πονηρον 12 ος ημαρτεν εποιησεν το πονηρον απο τοτε και απο μακροτητος αυτω οτι και γε γινωσκω εγω οτι εσται αγαθον τοις φοβουμενοις τον θεον οπως φοβωνται απο προσωπου αυτου 13 και αγαθον ουκ εσται τω ασεβει και ου μακρυνει ημερας εν σκια ος ουκ εστιν φοβουμενος απο προσωπου του θεου 14 εστιν ματαιοτης η πεποιηται επι της γης οτι εισι δικαιοι οτι φθανει προς αυτους ως ποιημα των ασεβων και εισιν ασεβεις οτι φθανει προς αυτους ως ποιημα των δικαιων ειπα οτι και γε τουτο ματαιοτης 15 και επηνεσα εγω συν την ευφροσυνην οτι ουκ εστιν αγαθον τω ανθρωπω υπο τον ηλιον οτι ει μη του φαγειν και του πιειν και του ευφρανθηναι και αυτο συμπροσεσται αυτω εν μοχθω αυτου ημερας ζωης αυτου οσας εδωκεν αυτω ο θεος υπο τον ηλιον 16 εν οις εδωκα την καρδιαν μου του γνωναι σοφιαν και του ιδειν τον περισπασμον τον πεποιημενον επι της γης οτι και γε εν ημερα και εν νυκτι υπνον εν οφθαλμοις αυτου ουκ εστιν βλεπων 17 και ειδον συν παντα τα ποιηματα του θεου οτι ου δυνησεται ανθρωπος του ευρειν συν το ποιημα το πεποιημενον υπο τον ηλιον οσα αν μοχθηση ο ανθρωπος του ζητησαι και ουχ ευρησει και γε οσα αν ειπη ο σοφος του γνωναι ου δυνησεται του ευρειν

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας