Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΝ τω ενιαυτω τω πρωτω κυρου του βασιλεως περσων προσταγμα εδειχθη τω δανιηλ ος επεκληθη το ονομα βαλτασαρ και αληθες το οραμα και το προσταγμα και το πληθος το ισχυρον διανοηθησεται το προσταγμα και διενοηθην αυτο εν οραματι 2 εν ταις ημεραις εκειναις εγω δανιηλ ημην πενθων τρεις εβδομαδας 3 αρτον επιθυμιων ουκ εφαγον και κρεας και οινος ουκ εισηλθεν εις το στομα μου ελαιον ουκ ηλειψαμην εως του συντελεσαι με τας τρεις εβδομαδας των ημερων 4 και εγενετο τη ημερα τη τεταρτη και εικαδι του μηνος του πρωτου και εγω ημην επι του χειλους του ποταμου του μεγαλου ος εστι τιγρης 5 και ηρα τους οφθαλμους μου και ειδον και ιδου ανθρωπος εις ενδεδυμενος βυσσινα και την οσφυν περιεζωσμενος βυσσινω και εκ μεσου αυτου φως 6 και το σωμα αυτου ωσει θαρσις και το προσωπον αυτου ωσει ορασις αστραπης και οι οφθαλμοι αυτου ωσει λαμπαδες πυρος και οι βραχιονες αυτου και οι ποδες ωσει χαλκος εξαστραπτων και φωνη λαλιας αυτου ωσει φωνη θορυβου 7 και ειδον εγω δανιηλ την ορασιν την μεγαλην ταυτην και οι ανθρωποι οι οντες μετ' εμου ουκ ειδοσαν την ορασιν ταυτην και φοβος ισχυρος επεπεσεν επ' αυτους και απεδρασαν εν σπουδη 8 και εγω κατελειφθην μονος και ειδον την ορασιν την μεγαλην ταυτην και ουκ εγκατελειφθη εν εμοι ισχυς και ιδου πνευμα επεστραφη επ' εμε εις φθοραν και ου κατισχυσα 9 και ουκ ηκουσα την φωνην λαλιας αυτου εγω ημην πεπτωκως επι προσωπον μου επι την γην 10 και ιδου χειρα προσηγαγε μοι και ηγειρε με επι των γονατων επι τα ιχνη των ποδων μου 11 και ειπεν μοι δανιηλ ανθρωπος ελεεινος ει διανοηθητι τοις προσταγμασιν οις εγω λαλω επι σε και στηθι επι του τοπου σου αρτι γαρ απεσταλην επι σε και εν τω λαλησαι αυτον μετ' εμου το προσταγμα τουτο εστην τρεμων 12 και ειπεν προς με μη φοβου δανιηλ οτι απο της ημερας της πρωτης ης εδωκας το προσωπον σου διανοηθηναι και ταπεινωθηναι εναντιον κυριου του θεου σου εισηκουσθη το ρημα σου και εγω εισηλθον εν τω ρηματι σου
13 και ο στρατηγος βασιλεως περσων ανθειστηκει εναντιον μου εικοσι και μιαν ημεραν και ιδου μιχαηλ εις των αρχοντων των πρωτων επηλθε βοηθησαι μοι και αυτον εκει κατελιπον μετα του στρατηγου του βασιλεως περσων 14 και ειπεν μοι ηλθον υποδειξαι σοι τι υπαντησεται τω λαω σου επ' εσχατου των ημερων ετι γαρ ορασις εις ημερας 15 και εν τω αυτον λαλησαι μετ' εμου τα προσταγματα ταυτα εδωκα το προσωπον μου επι την γην και εσιωπησα 16 και ιδου ως ομοιωσις χειρος ανθρωπου ηψατο μου των χειλεων και ηνοιξα το στομα μου και ελαλησα και ειπα τω εστηκοτι απεναντι μου κυριε και ως ορασις απεστραφη επι το πλευρον μου επ' εμε και ουκ ην εν εμοι ισχυς 17 και πως δυνησεται ο παις λαλησαι μετα του κυριου αυτου και εγω ησθενησα και ουκ εστιν εν εμοι ισχυς και πνευμα ου κατελειφθη εν εμοι 18 και προσεθηκε και ηψατο μου ως ορασις ανθρωπου και κατισχυσε με 19 και ειπε μοι ανθρωπος ελεεινος ει μη φοβου υγιαινε ανδριζου και ισχυε και εν τω λαλησαι αυτον μετ' εμου ισχυσα και ειπα λαλησατω ο κυριος μου οτι ενισχυσε με 20 και ειπεν προς με γινωσκεις τι ηλθον προς σε και νυν επιστρεψω διαμαχεσθαι μετα του στρατηγου βασιλεως των περσων και εγω εξεπορευομην και ιδου στρατηγος ελληνων εισεπορευετο 21 και μαλα υποδειξω σοι τα πρωτα εν απογραφη αληθειας και ουθεις ην ο βοηθων μετ' εμου υπερ τουτων αλλ' η μιχαηλ ο αγγελος

Loading...


Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας