Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ ειπεν δαυιδ εν τη καρδια αυτου λεγων νυν προστεθησομαι εν ημερα μια εις χειρας σαουλ και ουκ εστιν μοι αγαθον εαν μη σωθω εις γην αλλοφυλων και ανη σαουλ του ζητειν με εις παν οριον ισραηλ και σωθησομαι εκ χειρος αυτου 2 και ανεστη δαυιδ και οι τετρακοσιοι ανδρες μετ' αυτου και επορευθη προς αγχους υιον αμμαχ βασιλεα γεθ

Loading...


3 και εκαθισεν δαυιδ μετα αγχους εν γεθ αυτος και οι ανδρες αυτου εκαστος και ο οικος αυτου και δαυιδ και αμφοτεραι αι γυναικες αυτου αχινααμ η ιεζραηλιτις και αβιγαια η γυνη ναβαλ του καρμηλιου 4 και ανηγγελη τω σαουλ οτι πεφευγεν δαυιδ εις γεθ και ου προσεθετο ετι ζητειν αυτον 5 και ειπεν δαυιδ προς αγχους ει δη ευρηκεν ο δουλος σου χαριν εν οφθαλμοις σου δοτωσαν δη μοι τοπον εν μια των πολεων των κατ' αγρον και καθησομαι εκει και ινα τι καθηται ο δουλος σου εν πολει βασιλευομενη μετα σου 6 και εδωκεν αυτω εν τη ημερα εκεινη την σεκελακ δια τουτο εγενηθη σεκελακ τω βασιλει της ιουδαιας εως της ημερας ταυτης 7 και εγενηθη ο αριθμος των ημερων ων εκαθισεν δαυιδ εν αγρω των αλλοφυλων τεσσαρας μηνας 8 και ανεβαινεν δαυιδ και οι ανδρες αυτου και επετιθεντο επι παντα τον γεσιρι και επι τον αμαληκιτην και ιδου η γη κατωκειτο απο ανηκοντων η απο γελαμψουρ τετειχισμενων και εως γης αιγυπτου 9 και ετυπτε την γην και ουκ εζωογονει ανδρα και γυναικα και ελαμβανεν ποιμνια και βουκολια και ονους και καμηλους και ιματισμον και ανεστρεψαν και ηρχοντο προς αγχους 10 και ειπεν αγχους προς δαυιδ επι τινα επεθεσθε σημερον και ειπεν δαυιδ προς αγχους κατα νοτον της ιουδαιας και κατα νοτον ιεσμεγα και κατα νοτον του κενεζι 11 και ανδρα και γυναικα ουκ εζωογονησεν του εισαγαγειν εις γεθ λεγων μη αναγγειλωσιν εις γεθ καθ' ημων λεγοντες ταδε δαυιδ ποιει και τοδε το δικαιωμα αυτου πασας τας ημερας ας εκαθητο δαυιδ εν αγρω των αλλοφυλων 12 και επιστευθη δαυιδ εν τω αγχους σφοδρα λεγων ησχυνται αισχυνομενος εν τω λαω αυτου εν ισραηλ και εσται μοι δουλος εις τον αιωνα

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας