Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ εξεκκλησιασεν δαυιδ παντας τους αρχοντας ισραηλ αρχοντας των κριτων και τους αρχοντας των εφημεριων των περι το σωμα του βασιλεως και αρχοντας των χιλιαδων και των εκατονταδων και τους γαζοφυλακας και τους επι των υπαρχοντων αυτου και τους δυναστας και τους μαχητας της στρατιας εν ιερουσαλημ 2 και εστη δαυιδ εν μεσω της εκκλησιας και ειπεν ακουσατε μου αδελφοι και λαος μου εμοι εγενετο επι καρδιαν οικοδομησαι οικον αναπαυσεως της κιβωτου διαθηκης κυριου και στασιν ποδων κυριου ημων και ητοιμασα τα εις την κατασκηνωσιν επιτηδεια 3 και ο θεος ειπεν ουκ οικοδομησεις εμοι οικον του επονομασαι το ονομα μου επ' αυτω οτι ανθρωπος πολεμιστης ει συ και αιματα εξεχεας

Loading...


4 και εξελεξατο κυριος ο θεος ισραηλ εν εμοι απο παντος οικου πατρος μου ειναι βασιλεα επι ισραηλ εις τον αιωνα και εν ιουδα ηρετικεν το βασιλειον και εξ οικου ιουδα τον οικον του πατρος μου και εν τοις υιοις του πατρος μου εν εμοι ηθελησεν του γενεσθαι με βασιλεα επι τω παντι ισραηλ

Loading...


5 και απο παντων των υιων μου οτι πολλους υιους εδωκεν μοι κυριος εξελεξατο εν σαλωμων τω υιω μου καθισαι αυτον επι θρονου βασιλειας κυριου επι τον ισραηλ 6 και ειπεν μοι ο θεος σαλωμων ο υιος σου οικοδομησει τον οικον μου και την αυλην μου οτι ηρετικα εν αυτω ειναι μου υιον καγω εσομαι αυτω εις πατερα 7 και κατορθωσω την βασιλειαν αυτου εως αιωνος εαν ισχυση του φυλαξασθαι τας εντολας μου και τα κριματα μου ως η ημερα αυτη 8 και νυν κατα προσωπον πασης εκκλησιας κυριου και εν ωσιν θεου ημων φυλαξασθε και ζητησατε πασας τας εντολας κυριου του θεου ημων ινα κληρονομησητε την γην την αγαθην και κατακληρονομησητε τοις υιοις υμων μεθ' υμας εως αιωνος 9 και νυν σαλωμων υιε μου γνωθι τον θεον των πατερων σου και δουλευε αυτω εν καρδια τελεια και ψυχη θελουση οτι πασας καρδιας εταζει κυριος και παν ενθυμημα γιγνωσκει εαν ζητησης αυτον ευρεθησεται σοι και εαν καταλειψης αυτον καταλειψει σε εις τελος

Loading...


10 ιδε τοινυν οτι κυριος ηρετικεν σε οικοδομησαι αυτω οικον εις αγιασμα ισχυε και ποιει 11 και εδωκεν δαυιδ σαλωμων τω υιω αυτου το παραδειγμα του ναου και των οικων αυτου και των ζακχω αυτου και των υπερωων και των αποθηκων των εσωτερων και του οικου του εξιλασμου 12 και το παραδειγμα ο ειχεν εν πνευματι αυτου των αυλων οικου κυριου και παντων των παστοφοριων των κυκλω των εις τας αποθηκας οικου κυριου και των αποθηκων των αγιων
13 και των καταλυματων των εφημεριων των ιερεων και των λευιτων εις πασαν εργασιαν λειτουργιας οικου κυριου και των αποθηκων των λειτουργησιμων σκευων της λατρειας οικου κυριου 14 και τον σταθμον της ολκης αυτων των τε χρυσων και αργυρων 15 λυχνιων την ολκην εδωκεν αυτω και των λυχνων 16 εδωκεν αυτω ομοιως τον σταθμον των τραπεζων της προθεσεως εκαστης τραπεζης χρυσης και ωσαυτως των αργυρων 17 και των κρεαγρων και σπονδειων και των φιαλων των χρυσων και τον σταθμον των χρυσων και των αργυρων κεφφουρε εκαστου σταθμου 18 και τον του θυσιαστηριου των θυμιαματων εκ χρυσιου δοκιμου σταθμον υπεδειξεν αυτω και το παραδειγμα του αρματος των χερουβιν των διαπεπετασμενων ταις πτερυξιν και σκιαζοντων επι της κιβωτου διαθηκης κυριου 19 παντα εν γραφη χειρος κυριου εδωκεν δαυιδ σαλωμων κατα την περιγενηθεισαν αυτω συνεσιν της κατεργασιας του παραδειγματος 20 και ειπεν δαυιδ σαλωμων τω υιω αυτου ισχυε και ανδριζου και ποιει μη φοβου μηδε πτοηθης οτι κυριος ο θεος μου μετα σου ουκ ανησει σε και ου μη σε εγκαταλιπη εως του συντελεσαι σε πασαν εργασιαν λειτουργιας οικου κυριου 21 και ιδου αι εφημεριαι των ιερεων και των λευιτων εις πασαν λειτουργιαν οικου του θεου και μετα σου εν παση πραγματεια και πας προθυμος εν σοφια κατα πασαν τεχνην και οι αρχοντες και πας ο λαος εις παντας τους λογους σου

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας