Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ εγενετο μετα ταυτα απεθανεν ναας βασιλευς υιων αμμων και εβασιλευσεν αναν υιος αυτου αντ' αυτου

Loading...


2 και ειπεν δαυιδ ποιησω ελεος μετα αναν υιου ναας ως εποιησεν ο πατηρ αυτου μετ' εμου ελεος και απεστειλεν αγγελους δαυιδ του παρακαλεσαι αυτον περι του πατρος αυτου και ηλθον παιδες δαυιδ εις γην υιων αμμων του παρακαλεσαι αυτον

Loading...


3 και ειπον αρχοντες αμμων προς αναν μη δοξαζων δαυιδ τον πατερα σου εναντιον σου απεστειλεν σοι παρακαλουντας ουχ οπως εξερευνησωσιν την πολιν του κατασκοπησαι την γην ηλθον παιδες αυτου προς σε 4 και ελαβεν αναν τους παιδας δαυιδ και εξυρησεν αυτους και αφειλεν των μανδυων αυτων το ημισυ εως της αναβολης και απεστειλεν αυτους 5 και ηλθον απαγγειλαι τω δαυιδ περι των ανδρων και απεστειλεν εις απαντησιν αυτοις οτι ησαν ητιμωμενοι σφοδρα και ειπεν ο βασιλευς καθισατε εν ιεριχω εως του ανατειλαι τους πωγωνας υμων και ανακαμψατε 6 και ειδον οι υιοι αμμων οτι ησχυνθη λαος δαυιδ και απεστειλεν αναν και οι υιοι αμμων χιλια ταλαντα αργυριου του μισθωσασθαι εαυτοις εκ συριας μεσοποταμιας και εκ συριας μοοχα και εκ σωβα αρματα και ιππεις 7 και εμισθωσαντο εαυτοις δυο και τριακοντα χιλιαδας αρματων και τον βασιλεα μωχα και τον λαον αυτου και ηλθον και παρενεβαλον κατεναντι μαιδαβα και οι υιοι αμμων συνηχθησαν εκ των πολεων αυτων και ηλθον εις το πολεμησαι 8 και ηκουσεν δαυιδ και απεστειλεν τον ιωαβ και πασαν την στρατιαν των δυνατων 9 και εξηλθον οι υιοι αμμων και παρατασσονται εις πολεμον παρα τον πυλωνα της πολεως και οι βασιλεις οι ελθοντες παρενεβαλον καθ' εαυτους εν τω πεδιω 10 και ειδεν ιωαβ οτι γεγονασιν αντιπροσωποι του πολεμειν προς αυτον κατα προσωπον και εξοπισθεν και εξελεξατο εκ παντος νεανιου εξ ισραηλ και παρεταξαντο εναντιον του συρου 11 και το καταλοιπον του λαου εδωκεν εν χειρι αβεσσα αδελφου αυτου και παρεταξαντο εξ εναντιας υιων αμμων 12 και ειπεν εαν κρατηση υπερ εμε συρος και εση μοι εις σωτηριαν και εαν υιοι αμμων κρατησωσιν υπερ σε και σωσω σε
13 ανδριζου και ενισχυσωμεν περι του λαου ημων και περι των πολεων του θεου ημων και κυριος το αγαθον εν οφθαλμοις αυτου ποιησει 14 και παρεταξατο ιωαβ και ο λαος ο μετ' αυτου κατεναντι συρων εις πολεμον και εφυγον απ' αυτου 15 και οι υιοι αμμων ειδον οτι εφυγον συροι και εφυγον και αυτοι απο προσωπου ιωαβ και απο προσωπου αβεσσα του αδελφου αυτου και ηλθον εις την πολιν και ηλθεν ιωαβ εις ιερουσαλημ 16 και ειδεν συρος οτι ετροπωσατο αυτον ισραηλ και απεστειλεν αγγελους και εξηγαγον τον συρον εκ του περαν του ποταμου και σωφαχ αρχιστρατηγος δυναμεως αδρααζαρ εμπροσθεν αυτων 17 και απηγγελη τω δαυιδ και συνηγαγεν τον παντα ισραηλ και διεβη τον ιορδανην και ηλθεν επ' αυτους και παρεταξατο επ' αυτους και παρατασσεται συρος εξ εναντιας δαυιδ και επολεμησαν αυτον 18 και εφυγεν συρος απο προσωπου δαυιδ και απεκτεινεν δαυιδ απο του συρου επτα χιλιαδας αρματων και τεσσαρακοντα χιλιαδας πεζων και τον σωφαχ αρχιστρατηγον δυναμεως απεκτεινεν 19 και ειδον παιδες αδρααζαρ οτι επταικασιν απο προσωπου ισραηλ και διεθεντο μετα δαυιδ και εδουλευσαν αυτω και ουκ ηθελησεν συρος του βοηθησαι τοις υιοις αμμων ετι

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας